Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.164 Joseph. AJ 4.170 (English) >>Joseph. AJ 4.173

4.167 δʼ ὑπολαβὼν αὐτοὺς δείσαντας τὴν πρὸς Χαναναίους μάχην πρόφασιν εὐπρεπῆ τὴν τῶν βοσκημάτων ἐπιμέλειαν εὑρῆσθαι κακίστους τε ἀπεκάλει καὶ δειλίας εὐσχήμονα πρόφασιν ἐπινοήσαντας αὐτοὺς μὲν βούλεσθαι τρυφᾶν ἀπόνως διάγοντας πάντων τεταλαιπωρηκότων ὑπὲρ τοῦ κτήσασθαι τὴν αἰτουμένην ὑπʼ αὐτῶν γῆν, 4.168μὴ θέλειν δὲ συναραμένους τῶν ἐπιλοίπων ἀγώνων γῆν ἣν διαβᾶσιν αὐτοῖς τὸν Ἰορδάνην θεὸς παραδώσειν ὑπέσχηται ταύτην λαβεῖν καταστρεψαμένους οὓς ἐκεῖνος ἀπέδειξεν ἡμῖν πολεμίους. 4.169οἱ δʼ ὁρῶντες ὀργιζόμενον αὐτὸν καὶ δικαίως ἠρεθίσθαι πρὸς τὴν ἀξίωσιν αὐτῶν ὑπολαβόντες ἀπελογοῦντο μὴ διὰ φόβον κινδύνων μηδὲ διὰ τὴν πρὸς τὸ πονεῖν μαλακίαν πεποιῆσθαι τὴν αἴτησιν, 4.170ἀλλʼ ὅπως τὴν λείαν ἐν ἐπιτηδείοις καταλιπόντες εὔζωνοι πρὸς τοὺς ἀγῶνας καὶ τὰς μάχας χωρεῖν δύναιντο, ἑτοίμους τε ἔλεγον ἑαυτοὺς κτίσαντας πόλεις εἰς φυλακὴν τέκνων καὶ γυναικῶν καὶ κτήσεως αὐτοῦ διδόντος συναπιέναι τῷ στρατῷ. 4.171καὶ Μωυσῆς ἀρεσθεὶς τῷ λόγῳ καλέσας Ἐλεάζαρον τὸν ἀρχιερέα καὶ Ἰησοῦν καὶ τοὺς ἐν τέλει πάντας συνεχώρει τὴν Ἀμορρῖτιν αὐτοῖς ἐπὶ τῷ συμμαχῆσαι τοῖς συγγενέσιν, ἕως ἂν καταστήσωνται τὰ πάντα. λαβόντες οὖν ἐπὶ τούτοις τὴν χώραν καὶ κτίσαντες πόλεις καρτερὰς τέκνα τε καὶ γυναῖκας καὶ τἆλλα ὅσα συμπεριάγειν μέλλουσιν αὐτοῖς ἂν ἦν ἐμπόδια τοῦ πονεῖν ἀπέθεντο εἰς αὐτάς.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.164 Joseph. AJ 4.170 (English) >>Joseph. AJ 4.173

Powered by PhiloLogic